Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.98 Joseph. BJ 4.106 (English) >>Joseph. BJ 4.112

4.103τοιούτοις ἐσοφίζετο τὸν Τίτον, οὐ τοσοῦτον τῆς ἑβδομάδος στοχαζόμενος, ὅσον τῆς αὑτοῦ σωτηρίας· ἐδεδοίκει δὲ ἐγκαταληφθῆναι παραχρῆμα τῆς πόλεως ἁλούσης ἐν νυκτὶ καὶ φυγῇ τὰς ἐλπίδας ἔχων τοῦ βίου. 4.104θεοῦ δʼ ἦν ἔργον ἄρα τοῦ σώζοντος τὸν Ἰωάννην ἐπὶ τὸν τῶν Ἱεροσολύμων ὄλεθρον τὸ μὴ μόνον πεισθῆναι Τίτον τῇ σκήψει τῆς ὑπερθέσεως, ἀλλὰ καὶ τῆς πόλεως πορρωτέρω στρατοπεδεύσασθαι πρὸς Κυδασοῖς· 4.105μεσόγειος δέ ἐστι Τυρίων κώμη καρτερά, διὰ μίσους ἀεὶ καὶ πολέμου Γαλιλαίοις, ἔχουσα πλῆθός τε οἰκητόρων καὶ τὴν ὀχυρότητα τῆς πρὸς τὸ ἔθνος διαφορᾶς ἐφόδια. 4.106

Νυκτὸς δʼ Ἰωάννης ὡς οὐδεμίαν περὶ τῇ πόλει Ῥωμαίων ἑώρα φυλακήν, τὸν καιρὸν ἁρπασάμενος οὐ μόνον τοὺς περὶ αὐτὸν ὁπλίτας ἀλλὰ καὶ τῶν ἀργοτέρων συχνοὺς ἅμα ταῖς γενεαῖς ἀναλαβὼν ἐπὶ Ἱεροσολύμων ἔφευγε. 4.107μέχρι μὲν οὖν εἴκοσι σταδίων οἷόν τε ἦν συνεξαγαγεῖν γυναικῶν καὶ παιδίων ὄχλον ἀνθρώπῳ κατασπερχομένῳ τοῖς ὑπὲρ αἰχμαλωσίας καὶ τοῦ ζῆν φόβοις, περαιτέρω δὲ προκόπτοντος ἀπελείποντο, καὶ δειναὶ τῶν ἐωμένων ἦσαν ὀλοφύρσεις· 4.108ὅσον γὰρ ἕκαστος τῶν οἰκείων ἐγίνετο πορρωτέρω, τοσοῦτον ἐγγὺς ὑπελάμβανεν εἶναι τῶν πολεμίων, παρεῖναί τε ἤδη τοὺς αἰχμαλωτισομένους δοκοῦντες ἐπτόηντο, καὶ πρὸς τὸν ἀλλήλων ἐκ τοῦ δρόμου ψόφον ἐπεστρέφοντο καθάπερ ἤδη παρόντων οὓς ἔφευγον·



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.98 Joseph. BJ 4.106 (English) >>Joseph. BJ 4.112

Powered by PhiloLogic